1.

[1.164] ἐχρῆν δὲ καὶ αὐτὸ τὸ μῆνιν, ἀφ' ὅλου ἐκείνου λαμβάνον τὴν ἀφαίρεσιν, ἔχειν τι ἐξ ἑκάστου τῶν ἐν ἐκείνῳ, ὃ πάλιν ἐστὶ ψεῦδος. εἰ οὖν μήτε ὅλον στίχον ἀπὸ στίχου δυνατὸν μερίζειν μήτε μέρος στίχου ἀπὸ μέρους μήτε ὅλον ἀπὸ μέρους μήτε μέρος ἀφ' ὅλου, καὶ παρὰ ταῦτα οὐδὲν ἐνδέχεται ποιεῖν, ἀδύνατος τῷ γραμματικῷ ὁ μερισμός.