1.

Περὶ προσθέσεως
[1.165] (§§ 165-168 Cfr. M IX 321-27) Οὐ μὴν ἀλλὰ καὶ ἡ κατὰ τὰς συναλειπτικῶς ἐκφερομένας λέξεις τινῶν πρόσθεσις οὐκ ἔσται. καὶ τοῦτ' ἔσται σαφές, ἂν μὴ ἐπὶ συλλαβῶν ἢ στοιχείων χειρίζηται ὁ λόγος, ὧν μάλιστα τὰς προσθέσεις ἐν τοῖς μερισμοῖς ποιοῦνται οἱ γραμματικοί, ἀλλ' ἐπὶ ὅλων λέξεων. ὑποκειμένου τοίνυν ἡμιστιχίου τοῦ ῾ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος᾽ (ἔστω γὰρ πρὸς τὸ παρὸν τουτὶ ἡμιστίχιον, καὶ προσλαμβανέτω τὸ μῆνιν, ὥστε τὸ ἐξ ἀμφοτέρων ἡρωικὸν γίνεσθαι μέτρον) ζητοῦμεν τίνι ἡ πρόσθεσις γίνεται˙