1.

[1.166] ἤτοι γὰρ ἑαυτῷ τὸ μῆνιν προστίθεται ἢ τῷ προϋποκειμένῳ ἡμιστιχίῳ ἢ τῷ ἐξ ἀμφοτέρων ἀποτελεσθέντι ἡρωικῷ μέτρῳ. καὶ ἑαυτῷ μὲν οὐκ ἂν προστεθείη˙ μὴ ὂν γὰρ ἕτερον ἑαυτοῦ καὶ μὴ διπλασιάζον ἑαυτὸ οὐκ ἂν λέγοιτο ἑαυτῷ προστίθεσθαι. τῷ δὲ προϋποκειμένῳ ἡμιστιχίῳ πῶς ἐνδέχεται; ὅλῳ μὲν γὰρ αὐτῷ προστιθέμενον καὶ αὐτὸ παρισαζόμενον ἐκείνῳ ἡμιστίχιον γενήσεται,