1.

[1.167] ταύτῃ τε ἀκολουθήσει καὶ τὸ μέγα ἡμιστίχιον λέγειν εἶναι βραχύ, βραχεῖ συνεξισούμενον τῷ μῆνιν, καὶ τὸ βραχὺ μέγα, μείζονι ἀντιπαρῆκον τῷ ἡμιστιχίῳ, εἴπερ τῷ παντὶ ἡμιστιχίῳ προστίθοιτο τὸ μῆνιν. 〈εἰ δὲ μέρει αὐτοῦ,〉 οἷον τῷ ἄειδε, καὶ εἰ μὲν μόνον αὐξήσει τὸ ἄειδε, τὸ δ' ὅλον˙ 〈οὐκ αὐξήσει〉, οὐ ποιήσει στίχον. λείπεται οὖν φάσκειν τῷ ἐξ ἀμφοῖν, αὐτοῦ τε τοῦ μῆνιν καὶ τοῦ προϋποκειμένου ἡμιστιχίου, ἀποτελουμένῳ ἑξαμέτρῳ καὶ ἡρωικῷ στίχῳ προστίθεσθαι.