1.

[1.170] πάλιν δ' ἡ τοιαύτη τεχνολογία, ἵνα μηδὲν τῶν ἀπορωτέρων κινῶμεν, μάταιος εἶναι φαίνεται, πρῶτον μὲν ἐκ τῆς διαφωνίας, ἔπειτα δὲ καὶ ἐξ αὐτῶν τῶν ἀποτελεσμάτων. καὶ ἐκ μὲν τῆς διαφωνίας, ἐπείπερ οἱ τεχνικοὶ μάχονταί τε καὶ εἰς αἰῶνα μαχήσονται πρὸς ἀλλήλους, τῶν μὲν οὕτως τῶν δὲ ἐκείνως τὸ αὐτὸ γράφειν ἀξιούντων.