1.

[1.171] ὅθεν καὶ οὕτως αὐτοὺς ἐρωτητέον. εἰ χρειώδης ἐστὶν ἡ περὶ ὀρθογραφίας τεχνολογία τῷ βίῳ, ἐχρῆν ἡμᾶς τε καὶ ἕκαστον τῶν διαφωνούντων περὶ αὐτῆς γραμματικῶν, ἀνεπικρίτου ἀκμὴν καθεστώσης τῆς κατὰ ταύτην διαφωνίας, παραποδίζεσθαι εἰς ἃ ἂν δέῃ γράφειν.