1.

[1.172] οὔτε δὲ ἡμῶν οὔτε τούτων ἕκαστος παραποδίζεται, ἀλλὰ συμφώνως πάντες τυγχάνουσι τῆς προθέσεως, ἅτε δὴ μὴ ἀπ' ἐκείνης ἀλλ' ἀπὸ κοινοτέρας τινὸς καὶ συμφώνου ὁρμώμενοι τριβῆς, καθ' ἣν τὰ μὲν κατ' ἀνάγκην ὀφείλοντα παραλαμβάνεσθαι στοιχεῖα πρὸς τὴν μήνυσιν τοῦ ὀνόματος πάντες παραλαμβάνουσι, καὶ οἱ γραμματικοὶ καὶ οἱ μὴ γραμματικοί, περὶ δὲ τῶν μὴ κατ' ἀνάγκην ἀδιαφοροῦσιν. οὐκ ἄρα χρειώδης ἐστὶν ἡ περὶ ὀρθογραφίας παρὰ τοῖς γραμματικοῖς ὑφήγησις.