1.

[1.173] ἀλλ' ὁ μὲν ἀπὸ τῆς διαφωνίας ἔλεγχος τοιοῦτος, ὁ δὲ ἀπὸ τῶν ἀποτελεσμάτων ἐμφανής. οὐδὲν γὰρ βλαπτόμεθα, ἐάν τε σὺν τῷ ι γράφωμεν τὴν δοτικὴν πτῶσιν ἐάν τε μή, καὶ ἐάν τε διὰ τοῦ σ τὸ σμιλίον καὶ τὴν Σμύρναν ἐάν τε διὰ τοῦ ζ, καὶ ἐπὶ τοῦ Ἀριστίων ὀνόματος ἐάν τε τῇ προηγουμένῃ συλλαβῇ τὸ σ προσμερίζωμεν ἐάν τε τῇ ἐπιφερομένῃ τοῦτο συντάττωμεν.