1.

[1.177] οἷον ὁ μὲν τῆς Ζεύς ὀρθῆς πτώσεως τὰς πλαγίους σχηματίζων τοῦ Ζεός τῷ Ζεΐ τὸν Ζέα κατὰ τὸν πρότερον τοῦ ἑλληνισμοῦ χαρακτῆρα διαλέλεκται, ὁ δὲ ἀφελῶς τοῦ Ζηνός λέγων καὶ τῷ Ζηνὶ καὶ 〈τὸν〉 Ζῆνα κατὰ τὸν δεύτερον καὶ συνηθέστερον ἡμῖν. πλὴν δυοῖν ὄντων τῶν ἑλληνισμῶν εὔχρηστον μὲν εἶναί φαμεν τὸν δεύτερον διὰ τὰς προειρημένας αἰτίας, ἄχρηστον δὲ τὸν πρῶτον διὰ τὰς λεχθησομένας.