1.

[1.180] Εἴπερ οὖν ἔστι τις περὶ ἑλληνισμὸν τέχνη, ἤτοι ἔχει ἀρχὰς ἐφ' αἷς συνέστηκεν ἢ οὐκ ἔχει. καὶ μὴ ἔχειν μὲν οὐκ ἂν φαῖεν οἱ γραμματικοί˙ πᾶσα γὰρ τέχνη ἀπό τινος ἀρχῆς ὀφείλει συνίστασθαι. εἰ δὲ ἔχει, ἤτοι τεχνικὰς ταύτας ἔχει ἢ ἀτέχνους. καὶ εἰ μὲν τεχνικάς, πάντως ἢ ἀφ' ἑαυτῶν ἢ ἀπ' ἄλλης τέχνης συνέστησαν, κἀκείνη πάλιν ἀπὸ τρίτης, καὶ ἡ τρίτη ἀπὸ τετάρτης, καὶ τοῦτ' εἰς ἄπειρον, ὥστε ἄναρχον γιγνομένην τὴν περὶ ἑλληνισμὸν τέχνην μηδὲ τέχνην ὑπάρχειν˙