1.

[1.182] ἄλλως τε, ἐπεὶ τῶν τεχνῶν αἱ μὲν τῷ ὄντι εἰσὶ τέχναι, ὡς ἡ ἀνδριαντοποιικὴ καὶ ζωγραφία, αἱ δὲ ἐπαγγέλματι μέν εἰσι τέχναι, οὐ πάντως δὲ καὶ κατ' ἀλήθειαν, ὡς Χαλδαϊκή τε καὶ θυτική, ἵνα μάθωμεν πότερόν ποτε καὶ ἡ περὶ τὸν ἑλληνισμὸν λεγομένη τέχνη ἢ ὑπόσχεσις μόνον ἐστὶν ἢ καὶ ὑποκειμένη δύναμις, δεήσει κριτήριόν τι ἡμᾶς ἔχειν εἰς τὴν ταύτης δοκιμασίαν.