1.

[1.183] τοῦτ' οὖν τὸ κριτήριον πάλιν ἤτοι τεχνικόν τί ἐστι (καὶ περὶ ἑλληνισμόν, εἴγε καὶ τῆς περὶ τὸν ἑλληνισμὸν κρινούσης, εἰ ὑγιῶς κρίνει, δοκιμαστικὸν καθέστηκεν), ἢ ἄτεχνον. ἀλλὰ τεχνικὸν μὲν περὶ ἑλληνισμὸν οὐκ ἂν εἴη διὰ τὴν προειρημένην εἰς ἄπειρον ἔκπτωσιν˙ ἄτεχνον δ' εἰ λαμβάνοιτο τὸ κριτήριον, οὐκ ἄλλο τι εὑρήσομεν ἢ τὴν συνήθειαν. ἡ ἄρα συνήθεια καὶ αὐτὴν τὴν περὶ ἑλληνισμὸν τέχνην κρίνουσα οὐ δεήσεται τέχνης.