1.

[1.184] Εἴπερ δὲ οὐκ ἄλλως ἔστιν ἑλληνίζειν ἐὰν μὴ παρὰ γραμματικῆς μάθωμεν τὸ ἑλληνικόν, ἤτοι ἐναργές ἐστι τοῦτο καὶ ἐξ αὑτοῦ βλεπόμενον ἢ ἀδηλότερον. ἀλλ' ἐναργὲς μὲν οὐκ ἔστιν, ἐπεὶ σύμφωνον ἂν ἦν παρὰ πᾶσιν ὡς τὰ λοιπὰ τῶν ἐ〈να〉ργῶν.