[45] ἀμφότεροι δ' ἤκουσαν Ἀναξαγόρου, καὶ οὗτος καὶ Εὐριπίδης, ὃς καὶ τῷ πρώτῳ ἔτει τῆς ἑβδομηκοστῆς πέμπτης Ὀλυμπιάδος ἐγεννήθη ἐπὶ Καλλιάδου.
Δοκεῖ δέ μοι καὶ περὶ τῶν φυσικῶν ὁ Σωκράτης διειλέχθαι˙ ὅπου γε καὶ περὶ προνοίας τινὰ διαλέγεται, καθά φησι καὶ Ξενοφῶν (Mem. I. IV. 6), καίτοι περὶ μόνων τῶν ἠθικῶν ποιεῖσθαι τοὺς λόγους αὐτὸν εἰπών (Mem. I. I. 16). ἀλλὰ καὶ Πλάτων ἐν τῇ Ἀπολογίᾳ (26de) μνησθεὶς Ἀναξαγόρου καὶ ἄλλων τινῶν φυσικῶν, ἃ Σωκράτης ἀρνεῖται, περὶ τούτων αὐτὸς λέγει, καίπερ ἀνατιθεὶς πάντα Σωκράτει.
Φησὶ δ' Ἀριστοτέλης (Rose 32) μάγον τινὰ ἐλθόντα ἐκ Συρίας εἰς Ἀθήνας τά τε ἄλλα καταγνῶναι τοῦ Σωκράτους καὶ δὴ καὶ βίαιον ἔσεσθαι τὴν τελευτὴν αὐτῷ.
[45] Ἀμφότεροι δ' ἤκουσαν Ἀναξαγόρου, καὶ οὗτος καὶ Εὐριπίδης, ὃς καὶ τῷ πρώτῳ ἔτει τῆς ἑβδομηκοστῆς πέμπτης Ὀλυμπιάδος ἐγεννήθη ἐπὶ Καλλιάδου.
Δοκεῖ δέ μοι καὶ περὶ τῶν φυσικῶν ὁ Σωκράτης διειλέχθαι˙ ὅπου γε καὶ περὶ προνοίας τινὰ διαλέγεται, καθά φησι καὶ Ξενοφῶν, καίτοι περὶ μόνων τῶν ἠθικῶν ποιεῖσθαι τοὺς λόγους αὐτὸν εἰπών. ἀλλὰ καὶ Πλάτων ἐν τῇ Ἀπολογίᾳ μνησθεὶς Ἀναξαγόρου καὶ ἄλλων τινῶν φυσικῶν, ἃ Σωκράτης ἀρνεῖται, περὶ τούτων αὐτὸς λέγει, καίπερ ἀνατιθεὶς πάντα Σωκράτει.
Φησὶ δ' Ἀριστοτέλης μάγον τινὰ ἐλθόντα ἐκ Συρίας εἰς Ἀθήνας τά τε ἄλλα καταγνῶναι τοῦ Σωκράτους, καὶ δὴ καὶ βίαιον ἔσεσθαι τὴν τελευτὴν αὐτῷ.
Ἀμφότεροι δ' ἤκουσαν [1235] Ἀναξαγόρου, καὶ οὗτος καὶ Εὐριπίδης, ὃς καὶ τῷ πρώτῳ ἔτει τῆς ἑβδομηκοστῆς πέμπτης Ὀλυμπιάδος ἐγεννήθη ἐπὶ Καλλιάδου.
Δοκεῖ δέ μοι καὶ περὶ τῶν φυσικῶν ὁ Σωκράτης διειλέχθαι˙ ὅπου γε καὶ περὶ προνοίας τινὰ διαλέγεται,
[12310] καθά φησι καὶ Ξενοφῶν, καίτοι περὶ μόνων τῶν ἠθικῶν ποιεῖσθαι τοὺς λόγους αὐτὸν εἰπών. Ἀλλὰ καὶ Πλάτων ἐν τῇ Ἀπολογίᾳ μνησθεὶς Ἀναξαγόρου καὶ ἄλλων τινῶν φυσικῶν, ἃ Σωκράτης 〈νομίζειν〉 ἀρνεῖται, περὶ τούτων αὐτὸς λέγει, καίπερ ἀνατιθεὶς πάντα Σωκράτει.
[12315] Φησὶ δ' Ἀριστοτέλης μάγον τινὰ ἐλθόντα ἐκ Συρίας εἰς Ἀθήνας τά τε ἄλλα καταγνῶναι τοῦ Σωκράτους καὶ δὴ καὶ βίαιον ἔσεσθαι τὴν τελευτὴν αὐτῷ προειπεῖν.