1.

[1.187] ἀλλὰ φυσικὸν μὲν κριτήριον εἰς τὸ ἑλληνικὸν καὶ τὸ μὴ τοιοῦτον οὐδὲν ἔχομεν˙ τοῦ γὰρ Ἀττικοῦ τὸ τάριχος λέγοντος ὡς ἑλληνικὸν καὶ τοῦ Πελοποννησίου ὁ τάριχος προφερομένου ὡς ἀδιάστροφον, καὶ τοῦ μὲν τὴν στάμνον ὀνομάζοντος τοῦ δὲ τὸν στάμνον, οὐδὲν ἔχει ἐξ ἑαυτοῦ κριτήριον πιστὸν ὁ γραμματικὸς εἰς τὸ οὕτως ἀλλὰ μὴ οὕτως δεῖν λέγειν, εἰ μὴ ἄρα τὴν ἑκάστου συνήθειαν, ἥτις οὔτε τεχνικὴ οὔτε φυσική ἐστιν.