1.

[1.188] (§ 188 Cfr. M VII 315-316) τῇ δὲ τινὸς συνηθείᾳ δεῖν ἀκολουθεῖν εἴπερ ἐροῦσιν, ἤτοι φάσει μόνον ἐροῦσιν ἢ ἐμμεθόδοις ἀποδείξεσι χρησάμενοι. ἀλλὰ φάσιν μὲν λέγουσι φάσιν ἀντιθήσομεν περὶ τοῦ τοῖς πολλοῖς μᾶλλον ἢ τῷ ἑνὶ δεῖν ἀκολουθεῖν˙ ἐμμεθόδως δὲ ἀποδεικνύντες ὅτι οὗτος ἑλληνίζει, ἀναγκασθήσονται ἐκείνην τὴν μέθοδον κριτήριον ἑλληνισμοῦ λέγειν δι' ἣν καὶ οὗτος ἑλληνίζων δέδεικται, ἀλλ' οὐχὶ τοῦτον.