1.

[1.189] λείπεται οὖν τῇ πάντων συνηθείᾳ προσέχειν. εἰ δὲ τοῦτο, οὐ χρεία τῆς ἀναλογίας ἀλλὰ παρατηρήσεως τοῦ πῶς οἱ πολλοὶ διαλέγονται καὶ τί ὡς ἑλληνικὸν παραδέχονται ἢ ὡς οὐ τοιοῦτον ἐκκλίνουσιν. τό γε μὴν ἑλληνικὸν ἤτοι φύσει ἐστὶν ἢ θέσει. καὶ φύσει μὲν οὐκ ἔστιν, ἐπεὶ οὐκ ἄν ποτε ταὐτὸν τοῖς μὲν ἑλληνικὸν ἐδόκει τυγχάνειν τοῖς δὲ οὐχ ἑλληνικόν˙