1.

[1.192] εἰ δ' οὐ δυσχεραίνουσιν ἀλλ' ὡς σαφέσι καὶ ὀρθῶς ἔχουσι συμπεριφέροιντο τοῖς λεγομένοις, καὶ ἡμεῖς αὐτοῖς ἐπιμενοῦμεν. κατά τε ταύτην τὴν ἀναλογίαν ἤτοι πάντες ἢ οἱ πλεῖστοι ἢ οἱ πολλοὶ διαλέγονται˙ οὔτε δὲ πάντες οὔθ' οἱ πλεῖστοι οὔθ' οἱ πολλοί˙ μόλις γὰρ δύο ἢ τρεῖς τοιοῦτοι εὑρίσκονται, οἱ δὲ πλεῖστοι οὐδὲ ἴσασιν αὐτήν.