1.

[1.193] τοίνυν ἐπεὶ τῇ τῶν πολλῶν συνηθείᾳ καὶ οὐ τῇ τῶν δυοῖν ἀναγκαῖον κατακολουθεῖν, ῥητέον τὴν παρατήρησιν τῆς κοινῆς συνηθείας χρησιμεύειν πρὸς τὸ ἑλληνίζειν, ἀλλὰ μὴ τὴν ἀναλογίαν. ἐπὶ πάντων γε μὴν σχεδὸν τῶν χρησιμευόντων τῷ βίῳ μέτρον ἐστὶν ἱκανὸν τὸ μὴ παραποδίζεσθαι πρὸς τὰς χρείας.