1.

[1.194] διόπερ εἰ καὶ ὁ ἑλληνισμὸς διὰ δύο μάλιστα προηγούμενα ἔτυχεν ἀποδοχῆς, τήν τε σαφήνειαν καὶ τὴν προσήνειαν τῶν δηλουμένων (τούτοις γὰρ ἔξωθεν κατ' ἐπακολούθησιν συνέζευκται τὸ μεταφορικῶς καὶ ἐμφατικῶς καὶ κατὰ τοὺς ἄλλους τρόπους φράζειν), ζητήσομεν οὖν ἐκ ποτέρας ταῦτα μᾶλλον περιγίνεται, ἆρά γε τῆς κοινῆς συνηθείας ἢ τῆς ἀναλογίας, ἵνα ἐκείνῃ προσθώμεθα.