1.

[1.195] βλέπομεν δέ γε ὡς ἐκ τῆς κοινῆς συνηθείας μᾶλλον ἢ ὅτι ἐκ τῆς ἀναλογίας. ἐκείνῃ ἄρα ἀλλ' οὐ ταύτῃ χρηστέον. τὸ μὲν γὰρ τῆς ὀρθῆς πτώσεως ὁ Ζεύς οὔσης τὰς πλαγίους προφέρεσθαι Ζηνός Ζηνί Ζῆνα καὶ τῆς κύων κυνός κυνί κύνα 〈οὐ μόνον〉 σαφές, ἀλλὰ καὶ ἀπρόσκοπον τοῖς πολλοῖς εἶναι φαίνεται˙ τοῦτο δέ ἐστι τὸ τῆς κοινῆς συνηθείας. τὸ δὲ ἀπὸ τῆς Ζεύς ὀρθῆς Ζεός λέγειν καὶ Ζεΐ καὶ Ζέα, καὶ ἀπὸ τῆς κύων σχηματίζειν κύωνος κύωνι κύωνα, ἢ ἀπὸ τῆς κυνός γενικῆς ἀξιοῦν τὴν ὀρθὴν κῦς ὑπάρχειν, καὶ ἐπὶ τῶν ῥηματικῶν φερήσω λέγειν καὶ βλεπήσω ὡς κυήσω καὶ θελήσω, οὐ μόνον ἀσαφὲς ἀλλὰ καὶ γέλωτος ἔτι δὲ προσκοπῆς ἄξιον εἶναι δοκεῖ˙