1.

[1.196] τοῦτο δὲ γίνεται ἀπὸ ἀναλογίας. τοίνυν, ὡς ἔφην, οὐ ταύτῃ χρηστέον ἀλλὰ τῇ συνηθείᾳ.
Μήποτε δὲ καὶ περιτρέπονται, καὶ ἐάν 〈τε〉 θελήσωσιν ἐάν τε καὶ μή, ἀναγκασθήσονται χρῆσθαι μὲν τῇ συνηθείᾳ παραπέμπειν δὲ τὴν ἀναλογίαν. σκοπῶμεν δ' ἐντεῦθεν τὸ λεγόμενον, τουτέστιν ἐκ τῆς πρὸς αὐτοὺς ἀκολουθίας.