1.

[1.199] εἰ γὰρ ὅτι ἐν τῇ συνηθείᾳ λέγεται κτᾶσθαι, ῥητέον καὶ χρᾶσθαι, ὀφείλομεν παρέντες τὴν ἀναλογικὴν τέχνην ἐπὶ τὴν συνήθειαν ἀναδραμεῖν, ἀφ' ἧς κἀκείνη ἤρτηται.
Καὶ μὴν ἡ ἀναλογία ὁμοίων πολλῶν ὀνομάτων ἐστὶ παράθεσις, τὰ δὲ ὀνόματα ταῦτα ἐκ τῆς συνηθείας, ὥστε καὶ ἡ σύστασις τῆς ἀναλογίας ἀπὸ τῆς συνηθείας πρόεισιν.