1.

[1.202] τῇ ἄρα συνηθείᾳ ἐκβάλλοντες τὴν συνήθειαν τὸ αὐτὸ πιστὸν ἅμα καὶ ἄπιστον ποιήσουσιν. ἐκτὸς εἰ μή τι φήσουσι μὴ τὴν αὐτὴν συνήθειαν ἐκβάλλειν ἅμα καὶ προσίεσθαι, ἀλλ' ἄλλην μὲν ἐκβάλλειν ἄλλην δὲ προσίεσθαι. ὅπερ καὶ λέγουσιν οἱ ἀπὸ Πινδαρίωνος (
Cfr. Schol. in Dionys. Thr. 790,26 in Anecd. Gr. (ed).
= 192,13 (ed).
). ἀναλογία, φασίν, ὁμολογουμένως ἐκ τῆς συνηθείας ὁρμᾶται˙ ἔστι γὰρ ὁμοίου τε καὶ ἀνομοίου θεωρία,