1.

[1.205] καὶ εἰ ἀρχαιότατος δὲ ὁμολογοῖτο τυγχάνειν Ὅμηρος, οὐδὲν εἴρηται ὑπὸ τοῦ Πινδαρίωνος ἱκνούμενον. ὥσπερ γὰρ προηποροῦμεν περὶ τοῦ πότερόν τε τῇ συνηθείᾳ ἢ τῇ ἀναλογίᾳ χρηστέον, οὕτω καὶ νῦν διαπορήσομεν πότερον τῇ συνηθείᾳ ἢ τῇ ἀναλογίᾳ, καὶ εἰ τῇ συνηθείᾳ, ἆρα τῇ καθ' Ὅμηρον ἢ τῇ τῶν ἄλλων ἀνθρώπων˙ πρὸς ὅπερ οὐδὲν εἴρηται.