1.

[1.206] εἶτα κἀκείνην μάλιστα δεῖ τὴν συνήθειαν μεταδιώκειν ᾗ προσχρώμενοι οὐ γελασθησόμεθα˙ τῇ δὲ Ὁμηρικῇ κατακολουθοῦντες οὐ χωρὶς γέλωτος ἑλληνιοῦμεν, μάρτυροι (
Cfr. Hom. Il. II 302
) λέγοντες καὶ ῾σπάρτα λέλυνται᾽ (
Cfr. Hom. Il. II 135
) καὶ ἄλλα τούτων ἀτοπώτερα. τοίνυν οὐδ' οὗτός ἐστιν ὁ λόγος ὑγιής, μετὰ καὶ τοῦ συγκεχωρῆσθαι τὸ κατασκευαζόμενον ὑφ' ἡμῶν, τουτέστι τὸ μὴ χρῆσθαι ἀναλογίᾳ.