1.

[1.207] τί γὰρ διήνεγκεν εἴτ' ἐπὶ τὴν τῶν πολλῶν εἴτ' ἐπὶ τὴν Ὁμήρου συνήθειαν ἐλθεῖν; ὡς γὰρ ἐπὶ τῆς τῶν πολλῶν τηρήσεώς ἐστι χρεία ἀλλ' οὐ τεχνικῆς ἀναλογίας, οὕτω καὶ ἐπὶ τῆς Ὁμήρου˙ τηρήσαντες γὰρ αὐτοὶ πῶς εἴωθε λέγειν, οὕτω καὶ διαλεξόμεθα.