1.

[1.208] τὸ δὲ ὅλον, ὡς αὐτὸς Ὅμηρος οὐκ ἀναλογίᾳ προσεχρήσατο ἀλλὰ τῇ τῶν κατ' αὐτὸν ἀνθρώπων συνηθείᾳ κατηκολούθησεν, οὕτω καὶ ἡμεῖς οὐκ ἀναλογίας πάντως ἑξόμεθα βεβαιωτὴν ἐχούση〈ς〉 Ὅμηρον, ἀλλὰ τὴν συνήθειαν τῶν καθ' αὑτοὺς ἀνθρώπων παραπλασόμεθα.