1.

[1.212] πάλιν εἰ ἐν λέξει μιᾷ ὁ βαρβαρισμὸς νοεῖται καὶ ἐν συνθέσει λέξεων ὁ σολοικισμός, ἀλλ' οὐκ ἐν τοῖς ὑποκειμένοις πράγμασι, πῶς ἥμαρτον εἰπὼν ῾οὗτος᾽, δείκνυμι δὲ γυναῖκα, ἢ ῾αὕτη᾽, δείκνυμι δὲ νεανίαν; οὔτε γὰρ ἐσολοίκισα˙ οὐ γὰρ σύνθεσιν πολλῶν ἀκαταλλήλων λέξεων προηνεγκάμην, ἀλλ' ἁπλῆν τὴν οὗτος λέξιν ἢ αὕτη˙