1.

[1.214] ἵνα δὲ μὴ δοκῶμεν ἐν πᾶσιν ἀπορητικοὶ τυγχάνειν, ἐπὶ τὴν ἐξ ἀρχῆς πρόθεσιν ἀναδραμόντες φήσομεν ὡς εἴπερ ὁ βαρβαρισμὸς παράπτωσίς ἐστι παρὰ τὴν κοινὴν συνήθειαν ἐν μιᾷ λέξει θεωρούμενος, ὡσαύτως δὲ καὶ ὁ σολοικισμὸς ἐν πολλαῖς λέξεσι τὴν ὑπόστασιν λαμβάνων, καὶ ἔστι βάρβαρον μὲν τὸ † τράπεζα διὰ τὸ μὴ σύνηθες εἶναι τὸ ῥῆμα, σόλοικον δὲ τὸ ῾πολλὰ περιπατήσας κοπιᾷ μου τὰ σκέλη᾽ διὰ τὸ μὴ λέγεσθαι τῇ κοινῇ συνηθείᾳ, ὡμολόγηται ὅτι ἡ μὲν ἀναλογικὴ τέχνη ὄνομα κενόν ἐστι πρὸς τὸ μὴ βαρβαρίζειν ἢ σολοικίζειν, δεῖ δὲ τὴν συνήθειαν παρατηρεῖν καὶ ἀκολούθως αὐτῇ διαλέγεσθαι.