1.

[1.215] εἰ μὲν γὰρ μετακαθίσαντες λέγοιεν βαρβαρισμὸν ἁπλῶς παράπτωσιν ἐν ἁπλῇ λέξει, δίχα τοῦ προσθεῖναι τὸ παρὰ τὴν κοινὴν συνήθειαν, καὶ σολοικισμὸν παράπτωσιν κατὰ τὴν ὅλην σύνταξιν καὶ ἀνακόλουθον, χωρὶς τοῦ παραλαβεῖν τὸ ἀσύνηθες, καὶ χεῖρόν τι κινήσουσιν ἑαυτοῖς πρᾶγμα. τὰ γὰρ τοιαῦτα καθ' ὅλην τὴν σύνταξιν 〈ἀν〉ακολουθοῦντα ἕξουσιν, ῾ Ἀθῆναι καλὴ πόλις, Ὀρέστης καλὴ τραγῳδία, ἡ βουλὴ οἱ ἑξακόσιοι᾽˙ ἃ δεήσει σολοικισμοὺς λέγειν, οὐχὶ δέ γε σολοικισμοὶ τυγχάνουσι διὰ τὸ σύνηθες.