1.

[1.216] οὐκ ἄρα ψιλῇ τῇ ἀκολουθίᾳ κριτέον τὸν σολοικισμόν, ἀλλὰ τῇ συνηθείᾳ.
Εὖ δ' ἂν ἔχοι καὶ μετὰ τὴν ἐκ τῆς 〈πρὸς αὐτοὺς〉 ἀκολουθίας καὶ τῶν ῥητῶν ἔνστασιν ἔτι καὶ ἀπὸ τῆς κατὰ τὸ ὅμοιον μεταβάσεως αὐτοὺς δυσωπεῖν.