1.

[1.217] εἴπερ γὰρ τοῦ ὁμοίου θεωρητικοὶ καθεστήκασιν, ἐπεὶ τῷ εἰς ἀντικνήμιον τύπτεσθαι ἀνάλογόν ἐστι τὸ εἰς τὴν ῥῖνα τύπτεσθαι καὶ τὸ εἰς τὴν γαστέρα, λέγεται δὲ τὸ πρῶτον ἀντικνημιάζειν, ἀναλόγως καὶ τὸ γαστρίζειν ἢ μυκτηρίζειν 〈...〉˙ τὸ δὲ αὐτὸ καὶ ἐπὶ τοῦ ἱππάζεσθαι καὶ κατακρημνίζεσθαι καὶ ἡλιάζεσθαι ὑποδεικτέον. οὐ λέγομεν δὲ ταῦτα διὰ τὸ παρὰ τὴν κοινὴν εἶναι συνήθειαν˙ τοίνυν οὐδὲ τὸ κυήσω οὐδὲ τὸ φερήσω καὶ τὰ ἄλλα πάντα, ἅπερ 〈κατ'〉 ἀναλογίαν, ἐστὶν ὀφειλόμενα λέγεσθαι διὰ τὸ μὴ κατὰ τὴν συνήθειαν λέγεσθαι.