1.

[1.218] οὐ μὴν ἀλλ' εἴπερ ἄριστα μὲν θρᾳκιστὶ διαλέγεσθαί φαμεν τὸν ὡς σύνηθές ἐστι Θρᾳξὶ διαλεγόμενον, καὶ κάλλιστα ῥωμαϊστὶ τὸν ὡς σύνηθες Ῥωμαίοις, ἀκολουθήσει καὶ τὸ ἑλληνιστὶ ὑγιῶς διαλέγεσθαι τὸν ὡς σύνηθες Ἕλλησι διαλεγόμενον, ἐὰν τῇ συνηθείᾳ ἀλλὰ μὴ τῇ διατάξει κατακολουθῶμεν. τῇ ἄρα συνηθείᾳ, οὐ τῇ ἀναλογίᾳ κατακολουθοῦντες ἑλληνιοῦμεν.