1.

[1.219] καθόλου τε ἤτοι σύμφωνός ἐστι τῇ συνηθείᾳ ἡ ἀναλογία ἢ διάφωνος. καὶ εἰ μὲν σύμφωνος, πρῶτον μὲν ὡς ἐκείνη οὐκ ἔστι τεχνική, οὕτως οὐδὲ αὕτη γενήσεται τέχνη˙ τὸ γὰρ ἀτεχνίᾳ συμφωνοῦν πάντως καὶ αὐτό ἐστιν ἄτεχνον. καὶ ἄλλως, 〈εἰ〉 τὸ κατ' ἐκείνην ἑλληνικὸν καὶ κατὰ ταύτην ἐκείνῃ συμφωνοῦσαν γενήσεται ἑλληνικόν, καὶ τὸ κατ' ἐκείνην ἔσται τοιοῦτον.