1.

[1.220] τούτου δ' οὕτως ἔχοντος οὐ δεησόμεθα τῆς ἀναλογίας πρὸς διάγνωσιν τοῦ ἑλληνισμοῦ, ἔχοντες εἰς τοῦτο τὴν συνήθειαν. εἰ δὲ διάφωνός ἐστιν αὕτη, πάντως ἑτέραν εἰσηγουμένη συνήθειαν παρ' ἐκείνην καὶ οἱονεὶ βάρβαρον ἀδόκιμος γενήσεται καὶ ὡς προσκοπὴν ἐμποιοῦσα τελέως ἄχρηστος.