1.

[1.222] λαμβανέσθω δὲ εἰς τοῦτο παραδείγματα ἀπ' αὐτῶν τῶν γραμματικῶν. ζητήσεως γὰρ οὔσης ἐπί τινος τῶν κατὰ μέρος ὀνομάτων, οἷον ἐπὶ τοῦ εὐμενής, πότερον χωρὶς τοῦ σ προενεκτέον ἐστὶ τὴν πλάγιον πτῶσιν, εὐμενοῦ λέγοντας, ἢ σὺν τῷ σ, εὐμενοῦς, πάρεισιν οἱ γραμματικοὶ καθολικόν τι προφερόμενοι καὶ ἀπὸ τούτου τὸ ζητούμενον βεβαιοῦντες. φασὶ γὰρ (
Cfr. Anecd. Gr. 975 sqq. et 1127 (ed).
) ῾πᾶν ὄνομα ἁπλοῦν, εἰς ης λῆγον, ὀξύτονον, τουτὶ ἐξ ἀνάγκης σὺν τῷ σ κατὰ τὴν γενικὴν ἐξενεχθήσεται, οἷον εὐφυής εὐφυοῦς, εὐσεβής εὐσεβοῦς, εὐκλεής εὐκλεοῦς˙ τοίνυν καὶ τὸ εὐμενής ὀξυτόνως ἐκφερόμενον παραπλησίως τούτοις διὰ τοῦ σ ἐπὶ τῆς γενικῆς προενεκτέον, εὐμενοῦς λέγοντας᾽.