1.

[1.223] οὐκ ᾔδεσαν δὲ οἱ θαυμάσιοι πρῶτον μὲν ὅτι ὁ εὐμενοῦ ἀξιῶν λέγειν οὐ δώσει αὐτοῖς καθολικὸν εἶναι τὸ παράπηγμα˙ τοῦτο γοῦν αὐτὸ τὸ εὐμενής ἁπλοῦν ὄνομα καθεστὼς καὶ ὀξύτονον οὐ φήσει σὺν τῷ σ ἐκφέρεσθαι, ἀλλὰ ἐκείνους τὸ ζητούμενον ὡς ὁμολογούμενον συναρπάζειν.