1.

[1.224] ἄλλως τε, εἰ καθολικόν ἐστι τὸ παράπηγμα, ἤτοι πάντα τὰ κατὰ μέρος ὀνόματα ἐπελθόντες καὶ τὴν ἐν αὐτοῖς ἀναλογίαν κατανοήσαντες συνέθεσαν αὐτό, ἢ οὐ πάντα. ἀλλὰ πάντα μὲν οὐκ ἐπεληλύθασιν˙ ἄπειρα γάρ ἐστι, τῶν δὲ ἀπείρων οὐκ ἔστι τις γνῶσις. εἰ δὲ τινά, πόθεν ὅτι πᾶν ὄνομα τοιοῦτόν ἐστιν; οὐ γὰρ ὅ τί τισι συμβέβηκεν ὀνόμασι, τοῦτο καὶ πᾶσιν.