1.

[1.226] εἶθ' ὅτι καὶ εἰ ἐκ πολλῶν ἐστι τὸ καθολικόν, οὐ πάντως τὸ τοῖς πολλοῖς ὀνόμασι συμβεβηκός, τοῦτο ἐξ ἀνάγκης καὶ πᾶσι τοῖς ὁμοειδέσι συμβέβηκεν, ἀλλ' ὃν τρόπον ἐν πολλοῖς καὶ ἄλλοις φέρει τινὰ κατὰ μονοείδειαν ἡ φύσις, οἷον ἐν ὄφεσι μὲν ἀπείροις οὖσι τὸν κεράστην κερασφόρον, ἐν τετράποσι δὲ τὸν ἐλέφαντα προβοσκίδι κεχρημένον, ἐν ἰχθύσι δὲ τὸν γαλεὸν ζωοτόκον, ἐν λίθοις δὲ τὸν μάγνητα σιδηραγωγόν, οὕτως εὔλογόν ἐστι καὶ ἐν πολλοῖς ὁμοιοπτώτοις ὀνόμασιν εἶναί τι ὄνομα, ὃ μὴ ὁμοίως τοῖς πολλοῖς ὀνόμασι κλίνεται.