1.

[1.228] πολλαὶ γάρ, φασίν, εἰσὶ συνήθειαι, καὶ ἄλλη μὲν Ἀθηναίων ἄλλη δὲ Λακεδαιμονίων, καὶ πάλιν Ἀθηναίων διαφέρουσα μὲν ἡ παλαιὰ ἐξηλλαγμένη δὲ ἡ νῦν, καὶ οὐχ ἡ αὐτὴ μὲν τῶν κατὰ τὴν ἀγροικίαν ἡ αὐτὴ δὲ τῶν ἐν ἄστει διατριβόντων, παρὸ καὶ ὁ κωμικὸς λέγει Ἀριστοφάνης (
fr. 685 (ed).
)
‘ διάλεκτον ἔχοντα μέσην πόλεως,
οὔτ' ἀστείαν ὑποθηλυτέραν
οὔτ' ἀνελεύθερον ὑπαγροικοτέραν. ’