1.

[1.229] πολλῶν οὖν οὐσῶν συνηθειῶν, [ὡς] φασί, ποίᾳ χρησόμεθα; οὔτε γὰρ πάσαις κατακολουθεῖν δυνατὸν διὰ τὸ μάχεσθαι πολλάκις, οὔτε τινὶ ἐξ αὐτῶν, ἐὰν μή τις τεχνικῶς προκριθῇ. ἀλλὰ πρῶτον μέν, φήσομεν, τὸ ζητεῖν ποίᾳ χρηστέον συνηθείᾳ ἔστιν ἴσον τῷ 〈μὴ〉 εἶναί τινα τέχνην περὶ ἑλληνισμόν. αὕτη γάρ, φημὶ δ' ἡ ἀναλογία, ὁμοίου καὶ ἀνομοίου ἐστὶ θεωρία˙ τὸ δὲ ὅμοιον καὶ ἀνόμοιον λαμβάνετε ἀπὸ τῆς συνηθείας (Cfr. § 202)˙ κἂν μὲν ᾖ τετριμμένον, χρῆσθε αὐτῷ, εἰ δὲ μή, οὐκέτι.