1.

[1.230] πευσόμεθα οὖν καὶ ἡμεῖς, ἀπὸ ποίας συνηθείας λαμβάνετε τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον; πολλαὶ γάρ εἰσι καὶ πολλάκις μαχόμεναι. ὅπερ δὲ ἀπολογούμενοι πρὸς τοῦτο ἐρεῖτε, τοῦτο καὶ παρ' ἡμῶν ἀκούσεσθε.