1.

[1.232] κοινῆς οὖν οὔσης ἀπορίας οὐκ ἄπορος ἡ παρ' ἡμῶν ταύτης ἐστὶ λύσις. τῶν γὰρ συνηθειῶν αἱ μέν εἰσι κατὰ τὰς ἐπιστήμας αἱ δὲ κατὰ τὸν βίον. καὶ γὰρ ἐν φιλοσοφίᾳ ὀνομάτων τινῶν ἐστιν ἀποδοχὴ καὶ ἐν ἰατρικῇ ἐξαιρέτως, καὶ ἤδη κατὰ μουσικὴν καὶ γεωμετρίαν, ἔστι δὲ καὶ βιωτική τις ἀφελὴς συνήθεια τῶν ἰδιωτῶν, κατὰ πόλεις καὶ ἔθνη διαφέρουσα.