1.

[1.234] παρὸ καὶ διχῶς τοῦ αὐτοῦ πράγματος λεγομένου πειρασόμεθα πρὸς τὰ παρόντα ἁρμοζόμενοι πρόσωπα τὸ μὴ γελώμενον προφέρεσθαι, ὁποῖόν ποτ' ἂν ᾖ κατὰ τὴν φύσιν. οἷον τὸ αὐτὸ ἀρτοφόριον καὶ πανάριον λέγεται, καὶ πάλιν τὸ αὐτὸ σταμνίον καὶ ἀμίδιον καὶ ἴγδις καὶ θυΐα (Cfr.
Antiphanis fr. 127 (ed).
). ἀλλὰ στοχαζόμενοι τοῦ καλῶς ἔχοντος καὶ σαφῶς καὶ τοῦ μὴ γελᾶσθαι ὑπὸ τῶν διακονούντων ἡμῖν παιδαρίων [καὶ ἰδιωτῶν] πανάριον ἐροῦμεν, καὶ εἰ βάρβαρόν ἐστιν, ἀλλ' οὐκ ἀρτοφορίδα, καὶ σταμνίον, ἀλλ' οὐκ ἀμίδα, καὶ θυΐαν μᾶλλον ἢ ἴγδιν.