1.

[1.235] καὶ πάλιν ἐν διαλέξει ἀποβλέποντες πρὸς τοὺς παρόντας 〈τὰς〉 μὲν ἰδιωτικὰς λέξεις παραπέμψομεν, τὴν δὲ ἀστειοτέραν καὶ φιλολόγον συνήθειαν μεταδιώξομεν˙ ὡς γὰρ ἡ φιλολόγος γελᾶται παρὰ τοῖς ἰδιώταις, οὕτως ἡ ἰδιωτικὴ παρὰ τοῖς φιλολόγοις. δεξιῶς οὖν ἑκάστῃ περιστάσει τὸ πρέπον ἀποδιδόντες δόξομεν ἀμέμπτως ἑλληνίζειν.