1.

[1.236] Ἄλλως τε, ἐπεὶ ἐγκαλοῦσιν ὡς ἀνωμάλῳ καὶ πολυειδεῖ τῇ συνηθείᾳ, καὶ ἡμεῖς ἀπὸ τῆς αὐτῆς ἀφορμῆς αὐτοῖς ἐγκαλέσομεν. εἰ γὰρ ἡ ἀναλογία ὁμοίου παράθεσίς ἐστι, τὸ δὲ ὅμοιον ἐκ τῆς συνηθείας, ἡ δὲ συνήθεια ἀνώμαλός τε καὶ ἄστατος, δεήσει καὶ τὴν ἀναλογίαν μὴ ἔχειν ἑστῶτα παραπήγματα.