1.

[1.237] καὶ τοῦτο πάρεστι διδάσκειν ἐπὶ τῶν ὀνομάτων καὶ τῶν ῥημάτων καὶ μετοχῶν καὶ καθόλου τῶν ἄλλων ἁπάντων. οἷον ἐπὶ μὲν τῶν ὀνομάτων παρόσον τὰ κατὰ τὰς ὀρθὰς πτώσεις ἀνάλογα ὄντα καὶ ὅμοια, ταῦτα κατὰ τὰς πλαγίους ἀνομοίως τε καὶ οὐκ ἀναλόγως σχηματίζεται, οἷον Ἄρης Χάρης χάρτης - Ἄρεως Χάρητος χάρτου, καὶ Μέμνων Θέων λέων - Μέμνονος Θέωνος λέοντος, Σκόπας μέλας Ἄβας - Σκόπα μέλανος Ἄβαντος.