1.

[1.238] ἐπὶ δὲ τῶν ῥηματικῶν πολλὰ ὁμοίως κατὰ τὸν ἐνεστῶτα χρόνον λεγόμενα οὐκ ἀναλόγως ἐν τοῖς ἄλλοις χρόνοις σχηματίζεται, 〈οἷον εὑρίσκει ἀρέσκει - ηὕρηκεν ἀρήρεκεν〉, ἐνίων δὲ συζυγίαι τινὲς ἐκλελοίπασιν καὶ ἔκτονε μὲν λέγεται, ἔκταγκε δὲ οὐ λέγεταιἀλήλιπται μὲν εἴποι τις ἄν, ἤλειπται δὲ οὐκέτι. ἐπὶ δὲ τῶν μετοχῶν βοῶν σαρῶν νοῶν - βοῶντος σαροῦντος νοοῦντος, καὶ ἐπὶ τῶν προσηγοριῶν ἄναξ ἄβαξ-ἄνακτος ἄβακος, γραῦς ναῦς - γραός νηός.