1.

[1.239] ὡσαύτως δὲ καὶ ἐπὶ τῶν τοιούτων˙ ἄρχων γὰρ λέγεται καὶ ὀνοματικῶς καὶ ὁ τὴν ἀρχὴν διέπων˙ ἀλλ' Ἄρχωνος μὲν γίνεται κατὰ πλάγιον πτῶσιν τὸ ὀνοματικόν, ἄρχοντος δὲ τὸ μετοχικόν. καὶ κατὰ ὅμοιον τρόπον μένων θέων νέων μετοχικὰ ὄντα καὶ ὀνοματικὰ διαφερούσας λαμβάνει τὰς κλίσεις˙ Μένωνος μὲν γὰρ γίνεται τὸ ὀνοματικόν, μένοντος δὲ ἡ μετοχή, καὶ Θέωνος μὲν τὸ ὀνοματικόν, θέοντος δὲ 〈ἡ〉 μετοχή ἐστιν.